Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.88 Dem. 19.92 (English) >>Dem. 19.94

19.90γεγόνασι δὲ καὶ ἡμῖν τινές. δέ γε τῶν πραγμάτων κατασκευὴ καὶ τῶν συμμάχων, διʼ ἣν αὑτοῖς τοῖς κρείττοσι τἀγαθὰ πάντες κέκτηνται, μὲν ἡμετέρα πραθεῖσʼ ὑπὸ τούτων ἀπόλωλε καὶ γέγονεν ἀσθενής, δʼ ἐκείνου φοβερὰ καὶ μείζων πολλῷ. οὐ δὴ δίκαιον ἐκείνῳ μὲν ἀμφότερʼ ηὐξῆσθαι διὰ τούτους καὶ τὰ τῶν συμμάχων καὶ τὰ τῶν προσόδων, δʼ ἡμῖν καὶ ὣς ἂν ὑπῆρχεν ἐκ τῆς εἰρήνης, ταῦτʼ ἀνθʼ ὧν ἀπέδοντʼ αὐτοὶ λογίζεσθαι. οὐ γὰρ ταῦτʼ ἀντʼ ἐκείνων γέγονεν, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ ταῦτα μὲν ἦν ἂν ὁμοίως ἡμῖν, ἐκεῖνα δὲ τούτοις ἂν προσῆν εἰ μὴ διὰ τούτους.

19.91ὅλως δʼ, ἄνδρες Ἀθηναῖοι, δίκαιον δήπου φήσαιτʼ ἂν εἶναι, μήτʼ εἰ πολλὰ καὶ δεινὰ τὰ συμβεβηκότʼ ἐστὶ τῇ πόλει, μηδενὸς δʼ Αἰσχίνης αἴτιος τούτων, εἰς τοῦτον ἐλθεῖν τὴν ὀργήν, μήτʼ εἴ τι τῶν δεόντων πέπρακται διʼ ἄλλον τινά, τοῦτο σῶσαι τουτονί· ἀλλʼ ὅσων οὗτος αἴτιος σκεψάμενοι καὶ χάριν, ἂν ταύτης ἄξιος , καὶ τοὐναντίον ὀργήν, ἂν τοιαῦτα φαίνηται, ποιεῖσθε. 19.92πῶς οὖν εὑρήσετε ταῦτα δικαίως; ἐὰν μὴ πάνθʼ ἅμʼ ἐᾶτε ταράττειν αὐτόν, τὰ τῶν στρατηγῶν ἀδικήματα, τὸν πόλεμον τὸν πρὸς Φίλιππον, τἀπὸ τῆς εἰρήνης ἀγαθά, ἀλλʼ ἕκαστον ἐφʼ αὑτοῦ σκοπῆτε. οἷον, ἦν ἡμῖν πόλεμος πρὸς Φίλιππον; ἦν. ἐνταῦθʼ ἐγκαλεῖ τις Αἰσχίνῃ; βούλεταί τις τούτου κατηγορεῖν περὶ τῶν ἐν τῷ πολέμῳ πραχθέντων; οὐδὲ εἷς. οὐκοῦν περὶ τούτων γʼ ἀφεῖται καὶ οὐδὲν αὐτὸν δεῖ λέγειν· περὶ γὰρ τῶν ἀμφισβητουμένων καὶ τοὺς μάρτυρας παρέχεσθαι καὶ τὰ τεκμήρια δεῖ λέγειν τὸν φεύγοντα, οὐ τὰ ὁμολογούμενʼ ἀπολογούμενον ἐξαπατᾶν. ὅπως τοίνυν περὶ τοῦ πολέμου μηδὲν ἐρεῖς· οὐδεὶς γὰρ οὐδὲν αἰτιᾶται περὶ αὐτοῦ σε.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.88 Dem. 19.92 (English) >>Dem. 19.94

Powered by PhiloLogic